«Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου» – Απόστιχα και Δοξαστικό Αποστίχων του Όρθρου Μ. Τρίτης – Ψάλλει ο Ναπολέων Αλεξόπουλος (ηχητικό)
Ακούστε το «Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου» απο τους Αίνους της Μ. Τρίτης, το στιχηρό “Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας” και τα Απόστιχα με το Δοξαστικό του όρθρου από τον Λαμπαδάριο του Ι. Ν. Αγίας Τριάδος Αργυρουπόλεως Ναπολέων Αλεξόπουλο.
•Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων. Καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
Στιχηρό τῶν Αἴνων
•Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ’ ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι.
•Ὅταν ἔλθης ἐν δόξῃ μέτ’ Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσης ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μὴ μὲ Ποιμὴν ἀγαθὲ διαχωρίσης, ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δὲ εἰσιν αἱ εὐώνυμοι, μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τὴ ἁμαρτία συναπολέσης, ἀλλὰ τοὶς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις, σώσόν με ὡς φιλάνθρωπος.
•Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου, φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς. Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου ἔλεος.
paron.gr