Κύριε, τὰ τελεώτατα φρονεῖν… και το Δοξαστικό Αποστίχων Όρθρου Μ. Δευτέρας: Ψάλλει ο Ναπολέων Αλεξόπουλος (ηχητικό)
Ακούστε απο τα “Απόστιχα της Κυριακής των Βαϊων εσπέρας” – Δοξαστικό Αποστίχων Όρθρου Μ. Δευτέρας από τον Λαμπαδάριο της Ι. Ν. Αγίας Τριάδος Αργυρουπόλεως Ναπολέων Αλεξόπουλο.
Κύριε, τὰ τελεώτατα φρονεῖν…
«Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω· ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι· Δόξα σοι.»
— Από τους Αίνους της Μεγάλης Δευτέρας.
Δοξαστικό Αποστίχων του Όρθρου Μ. Δευτέρας
«Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρὼν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείας, ὑποσκελίσαι τὸν Ἰωσήφ, ἀλλ’ αὐτὸς καταλιπὼν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς»