Βυζαντινός χορός Τρικάλων: Χριστός Γεννάται δοξάσατε

Βυζαντινός χορός Τρικάλων: Χριστός Γεννάται δοξάσατε

ΨΑΛΛΕΙ Ο ΒΥΖΑΝΤΙΝΟΣ ΧΟΡΟΣ ΤΩΝ ΤΡΙΚΑΛΩΝ ΔΙΕΥΘΥΝΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΠΑΝΑΓΙΩΤΗΣ ΚΑΛΑΜΠΑΚΑΣ

Βίντεο: romaiikoodoiporiko

Χριστὸς γεννᾶται, δοξάσατε·
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε·
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε·
ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ καὶ ἐν εὐφροσύνῃ ἀνυμνήσατε, λαοί, ὅτι δεδόξασται.

Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως Χριστῷ τῷ Θεῷ βοήσωμεν·
Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν ἅγιος εἶ, Κύριε.

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ σπήλαιον·
θρόνον Χερουβικὸν τὴν Παρθένον·
τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.


Σχολιάστε εδώ